Jeremiah 12

1Δίκαιος εἶ, κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ, πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθετήματα; 2ἐφύτευσας αὐτοὺς καὶ ἐρριζώθησαν, ἐτεκνοποίησαν καὶ ἐποίησαν καρπόν· ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν καὶ πόρρω ἀπὸ τῶν νεφρῶν αὐτῶν. 3καὶ σύ, κύριε, γινώσκεις με, δεδοκίμακας τὴν καρδίαν μου ἐναντίον σου· ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. 4ἕως πότε πενθήσει γῆ καὶ πᾶς χόρτος τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ; ἠφανίσθησαν κτήνη καὶ πετεινά, ὅτι εἶπαν Οὐκ ὄψεται θεὸς ὁδοὺς ἡμῶν. 5σοῦ οἱ πόδες τρέχουσιν καὶ ἐκλύουσίν σε· πῶς παρασκευάσῃ ἐφ' ἵπποις; καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας· πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ιορδάνου; 6ὅτι καὶ οἱ ἀδελφοί σου, καὶ οἶκος τοῦ πατρός σου καὶ οὗτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν, ἐκ τῶν ὀπίσω σου ἐπισυνήχθησαν· μὴ πιστεύσῃς ἐν αὐτοῖς, ὅτι λαλήσουσιν πρὸς σὲ καλά. 7Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. 8ἐγενήθη κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. 9μὴ σπήλαιον ὑαίνης κληρονομία μου ἐμοὶ σπήλαιον κύκλῳ αὐτῆς; βαδίσατε συναγάγετε πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. 10ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητήν μου εἰς ἔρημον ἄβατον· 11ἐτέθη εἰς ἀφανισμὸν ἀπωλείας, δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. 12ἐπὶ πᾶσαν διεκβολὴν ἐν τῇ ἐρήμῳ ἦλθον ταλαιπωροῦντες, ὅτι μάχαιρα τοῦ κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. 13σπείρατε πυροὺς καὶ ἀκάνθας θερίσατε· οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἔναντι κυρίου. 14Ὅτι τάδε λέγει κύριος περὶ πάντων τῶν γειτόνων τῶν πονηρῶν τῶν ἁπτομένων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ισραηλ Ἰδοὺ ἐγὼ ἀποσπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν καὶ τὸν Ιουδαν ἐκβαλῶ ἐκ μέσου αὐτῶν. 15καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς ἐπιστρέψω καὶ ἐλεήσω αὐτοὺς καὶ κατοικιῶ αὐτοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ. 16καὶ ἔσται ἐὰν μαθόντες μάθωσιν τὴν ὁδὸν τοῦ λαοῦ μου· τοῦ ὀμνύειν τῷ ὀνόματί μου Ζῇ κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν τῇ Βααλ, καὶ οἰκοδομηθήσονται ἐν μέσῳ τοῦ λαοῦ μου 17ἐὰν δὲ μὴ ἐπιστρέψωσιν, καὶ ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ.
Copyright information for LXX